Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.46 Joseph. BJ 2.52 (English) >>Joseph. BJ 2.57

2.50ὅσοι δὲ καθερπύσαντες ἀπὸ τῶν τειχῶν ᾖξαν εἰς τοὺς Ῥωμαίους εὐμεταχείριστοι διὰ τὴν ἔκπληξιν ἦσαν. καὶ τῶν μὲν ἀπολωλότων, τῶν δʼ ὑπὸ τοῦ δέους σκεδασθέντων ἐρήμῳ τῷ τοῦ θεοῦ θησαυρῷ προσπεσόντες οἱ στρατιῶται περὶ τετρακόσια τάλαντα διήρπασαν, ὧν ὅσα μὴ διεκλάπη Σαβῖνος ἤθροισεν. 2.51

Ἰουδαίους δὲ τε τῶν ἔργων καὶ ἀνδρῶν φθορὰ πολὺ πλείους καὶ μαχιμωτέρους ἐπισυνέστησεν Ῥωμαίοις καὶ περισχόντες τὰ βασίλεια πάντας ἠπείλουν διαφθείρειν, εἰ μὴ θᾶττον ἀπίοιεν· ὑπισχνοῦντο γὰρ ἄδειαν τῷ Σαβίνῳ βουλομένῳ μετὰ τοῦ τάγματος ἐξιέναι. 2.52συνελάμβανον δʼ αὐτοῖς οἱ πλείους τῶν βασιλικῶν αὐτομολήσαντες. τὸ μέντοι πολεμικώτατον μέρος, Σεβαστηνοὶ τρισχίλιοι Ῥοῦφός τε καὶ Γρᾶτος ἐπὶ τούτοις, μὲν τοὺς πεζοὺς τῶν βασιλικῶν ὑπʼ αὐτὸν ἔχων, Ῥοῦφος δὲ τοὺς ἱππεῖς, ὢν ἑκάτερος καὶ χωρὶς ὑπηκόου δυνάμεως διʼ ἀλκὴν καὶ σύνεσιν πολέμου ῥοπή, προσέθεντο Ῥωμαίοις. 2.53Ἰουδαῖοι μὲν οὖν ἐνέκειντο τῇ πολιορκίᾳ τῶν τειχῶν ἅμα πειρώμενοι τοῦ φρουρίου καὶ τοῖς περὶ τὸν Σαβῖνον ἐμβοῶντες ἀπιέναι μηδʼ ἐμποδὼν αὐτοῖς γενέσθαι διὰ χρόνου πολλοῦ κομιζομένοις τὴν πάτριον αὐτονομίαν. 2.54Σαβίνῳ δʼ ἀγαπητὸν μὲν ἦν ὑπεξελθεῖν, ἠπίστει δὲ ταῖς ὑποσχέσεσιν καὶ τὸ πρᾷον αὐτῶν δέλεαρ εἰς ἐνέδραν ὑπώπτευεν· ἅμα δὲ καὶ τὴν ἀπὸ Οὐάρου βοήθειαν ἐλπίζων διέτριβεν τὴν πολιορκίαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.46 Joseph. BJ 2.52 (English) >>Joseph. BJ 2.57

Powered by PhiloLogic